Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέρα νουθεσίαν παραιτοῦ»!

ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Δ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ.

Ἀποστόλου Παύλου (Τίτ. 3,8-15).

Ἡ ἐπιλογή τοῦ συγκεκριμένου ἀναγνώσματος δέν εἶναι τυχαία, γιατί ὁ ποιμαντικός χαρακτήρας τῆς ἐπιστολῆς ταιριάζει ἀπόλυτα πρός τή μνήμη τῶν Ἁγίων Πατέρων, οἱ ὁποῖοι ὑπῆρξαν Ποιμένες καί Διδάσκαλοι τῆς Ἐκκλησίας.

Ἅς ἐνθυμούμαστε λοιπόν καί ἐμεῖς ἀλλά καί  ... ὅλοι οἱ επίδοξοι φιλόλογοι τοῦ διαθρησκειακοῦ διαλόγου ὅτι ὁ Ἀπόστολος Παῦλος προειδοποιεῖ: «αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέρα νουθεσίαν παραιτοῦ»!


8       Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
9       μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
10     αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
11     εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ  ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
12    ῞Οταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
13     Ζηνᾶν τὸν νομικὸν καὶ ᾿Απολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
14     μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15     Ασπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.  ῾Η χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.