ΖΩΝΤΑΝΗ ΜΕΤΑΔΟΣΗ - ΠΑΡΑΚΟΛΟΥΘΗΣΤΕ ΕΔΩ ΤΗΝ ΔΙΑΔΙΚΤΥΑΚΗ ΗΜΕΡΙΔΑ: «Ἡ πρόκληση τοῦ Οἰκουμενισμοῦ σήμερα»

ΚΥΡΙΑΚΗ 20 ΣΕΠΤΕΜΒΡΙΟΥ 2021 16:30 - ΖΩΝΤΑΝΗ ΜΕΤΑΔΟΣΗ

1821 2021 Afisa

Ἑξάψαλμος

Οἱ παλαιοί Πατέρες εἶχον ἀκρίβειαν διό καί ψαλλομένου τοῦ ἑξαψάλμου ἐτήρουν σιγήν πολλήν...

Κατά τό προμνησθέν τυπικόν τοῦ ἐν Κωνσταντινουπόλει Ἁγιοταφικοῦ Μετοχίου τοῦ ΙΕ΄ αἰῶνος (αὐτόθι 257) «ψαλλέτω ὁ ἐκκλησιάρχης ἤ ὁ ταχθείς ὡς ἔθος ἐπί τόν ἑξάψαλμον ἀργῶς καί μεθ  ὅσης ἄν εἴπῃς συντριβῆς τε καί προσοχῆς, ὁμοίως καί πάντες καθ’ ἑαυτούς, ὡς αὐτῷ τῷ Θεῷ προσλαλοῦντες καί ὑπέρ τῶν ἰδίων ἐξιλεούμενοι ἁμαρτιῶν.  Ὀφείλει δέ ψάλλειν πραείᾳ καί ἡσύχῳ φωνῇ εἰς ἐπήκοον πάντων βῆξαι δέ ἤ πτῦσαι ἤ ὅλως τοῦ ἰδίου τόπου σκυλληθῆναι ἤ μετακινηθῆναι ἤ ἀπό τοῦ ἔξω νάρθηκος τῷ θείῳ Ναῷ εἰσελθεῖν ἐν τῷ ψάλλεσθαι τόν ἑξάψαλμον ἐξουσίαν οὐδείς ἔχει.  Ἀφοβίας γάρ τοῦτο καί ἀκαταστασίας σημεῖόν τε ἐστιν.  Εἰ δέ τίς ἴσως τῷ γήρατι κατακαμπτόμενος ἤ ἀσθενής τετρυχωμένος οὐ πρός ἰσχύος ἔχει φυλάττειν ἑαυτόν ἄσκυλτον, ὡς ἐγράψαμεν, μενέτω ἐν τῷ προνάῳ, ἄχρι τῆς τοῦ ἑξαψάλμου συμπληρώσεως καί τότε εἰσερχέσθω».

Ἰστέον ὅτι τοῦ ἑξαψάλμου ψαλλομένου οὔτε μετάνοιαι, οὔτε σχήματα, οὔτε γονυκλισίαι, οὐδέ «σταυροκοπήματα» γίνονται.  Ἀλλά μένομεν ἀκίνητοι καί ὀρθοί.

(Τυπικόν τοῦ ὁσίου καί θεοφόρου πατρός ἡμῶν Σάββα τοῦ ἡγιασμένου ἐκδόσεις Ἱερᾶς Σταυροπηγιακῆς Μονῆς Παναγίας Τατάρνης)